Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.34.4 | Hdt. 3.35.4 (English) | >>Hdt. 3.36.3 |
3.35.2 εἰ μὲν γὰρ τοῦ παιδὸς τοῦ σοῦ τοῦδε ἑστεῶτος ἐν τοῖσι προθύροισι βαλὼν τύχοιμι μέσης τῆς καρδίης , Πέρσαι φανέονται λέγοντες οὐδέν · ἢν δὲ ἁμάρτω , φάναι Πέρσας τε λέγειν ἀληθέα καί με μὴ σωφρονέειν .”
3.35.3 ταῦτα δὲ εἰπόντα καὶ διατείναντα τὸ τόξον βαλεῖν τὸν παῖδα , πεσόντος δὲ τοῦ παιδὸς ἀνασχίζειν αὐτὸν κελεύειν καὶ σκέψασθαι τὸ βλῆμα · ὡς δὲ ἐν τῇ καρδίῃ εὑρεθῆναι ἐνεόντα τὸν ὀιστόν , εἰπεῖν πρὸς τὸν πατέρα τοῦ παιδὸς γελάσαντα καὶ περιχαρέα γενόμενον ·
3.35.4 “Πρήξασπες , ὡς μὲν ἐγὼ τε οὐ μαίνομαι Πέρσαι τε παραφρονέουσι , δῆλά τοι γέγονε . νῦν δέ μοι εἰπέ , τίνα εἶδες ἤδη πάντων ἀνθρώπων οὕτω ἐπίσκοπα τοξεύοντα ;” Πρηξάσπεα δὲ ὁρῶντα ἄνδρα οὐ φρενήρεα καὶ περὶ ἑωυτῷ δειμαίνοντα εἰπεῖν · “δέσποτα , οὐδʼ ἂν αὐτὸν ἔγωγε δοκέω τὸν θεὸν οὕτω ἂν καλῶς βαλεῖν .”
3.35.5 τότε μὲν ταῦτα ἐξεργάσατο , ἑτέρωθι δὲ Περσέων ὁμοίους τοῖσι πρώτοισι δυώδεκα ἐπʼ οὐδεμιῇ αἰτίῃ ἀξιοχρέῳ ἑλὼν ζώοντας ἐπὶ κεφαλὴν κατώρυξε .
ch. 36
3.36.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.34.4 | Hdt. 3.35.4 (English) | >>Hdt. 3.36.3 |